Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.310 Joseph. AJ 18.315 (English) >>Joseph. AJ 18.320

18.313ἐντεῦθεν δὲ ἐπὶ Ἱεροσολύμων ἀνεπέμπετο καιρός, πολλαί τε ἀνθρώπων μυριάδες τὴν κομιδὴν τῶν χρημάτων παρελάμβανον δεδιότες τὰς Παρθυαίων ἁρπαγὰς ὑποτελούσης ἐκείνοις τῆς Βαβυλωνίας. 18.314καὶ ἦσαν γὰρ Ἀσιναῖος καὶ Ἀνιλαῖος Νεερδᾶται μὲν τὸ γένος, ἀλλήλων δὲ ἀδελφοί. καὶ αὐτούς, πατρὸς δʼ ἦσαν ὀρφανοί, μήτηρ προσέταξεν ἱστῶν μαθήσει ποιήσεως, οὐκ ὄντος ἀπρεποῦς τοῖς ἐπιχωρίοις ὥστε τοὺς ἄνδρας ταλασιουργεῖν παρʼ αὐτοῖς. τούτοις τοῖς ἔργοις ἐφεστώς, καὶ γὰρ ἐμεμαθήκεσαν παρʼ αὐτῷ, βραδυτῆτα ἐπικαλέσας τῆς ἀφίξεως ἐκόλασε πληγαῖς. 18.315οἱ δὲ ἐφʼ ὕβρει τὴν δικαίωσιν λογιζόμενοι, κατασπάσαντες τῶν ὅπλων πολλὰ ὁπόσα ἦν ἐπὶ τῆς οἰκίας φυλασσόμενα ᾤχοντο εἴς τι χωρίον, διάρρηξιν μὲν ποταμῶν λεγόμενον, νομὰς δὲ ἀγαθὰς παρασχεῖν πεφυκὸς καὶ χιλὸν ὁπόσοι εἰς τὸν χειμῶνα ἀποτιθοῖντο. συνῄεσάν τε ὡς αὐτοὺς τῶν νέων οἱ ἀπορώτατοι, καὶ τούτους τοῖς ὅπλοις φραγνύντες στρατηγοί τε ἦσαν καὶ τῶν κακῶν ἡγεμόνες οὐκ ἐκωλύοντο εἶναι. 18.316προελθόντες γὰρ ἐπὶ τὸ ἄμαχον καὶ κατασκευάσαντες ἀκρόπολιν διέπεμπον πρὸς τοὺς νέμοντας φόρον αὐτοῖς κελεύοντες καταβάλλειν τῶν βοσκημάτων, ἀρκοῦσα ἐπιτροφὴ γίνοιτʼ ἄν, προστιθέντες φιλίαν τε πειθομένοις καὶ ἄμυναν τῶν ἀλλαχόθεν ποθὲν πολεμίων, σφαγὰς δὲ τῶν ποιμνίων ἀπειθοῦσιν. 18.317οἱ δέ, οὐ γὰρ ἦν ἕτερα παρʼ αὐτὰ ποιεῖν, ἠκροῶντο καὶ τῶν προβάτων ἔστελλον ὁπόσα κελευσθεῖεν, ὥστε δὴ καὶ πλείων αὐτοῖς συνελέγετο ἰσχὺς κύριοί τε ἦσαν ἐφʼ οἷς βουλεύσειαν ἐκ τοῦ ὀξέος ἐλαύνοντες κακουργεῖν. θεραπεύειν τε αὐτοὺς ἦρκτο πᾶς προστυγχάνων, καὶ ἦσαν φοβεροὶ καὶ τοῖς πειρασομένοις, ὥστʼ ἤδη προύκοπτε λόγος περὶ αὐτῶν κἀπὶ τοῦ Πάρθων βασιλέως.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.310 Joseph. AJ 18.315 (English) >>Joseph. AJ 18.320

Powered by PhiloLogic